Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΕΚΤΟΝ, Κεφ. α′. ΑΝΤΙΣΘΕΝΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 15-6
Not analysed yet
Οὗτος ἡγήσατο καὶ τῆς Διογένους ἀπαθείας καὶ τῆς Κράτητος ἐγκρατείας καὶ τῆς Ζήνωνος καρτερίας, αὐτὸς ὑποθέμενος τῇ πολιτείᾳ τὰ θεμέλια. ὁ δὲ Ξενοφῶν ἥδιστον μὲν εἶναι περὶ τὰς ὁμιλίας φησὶν αὐτόν, ἐγκρατέστατον δὲ περὶ τἄλλα. Φέρονται δʼ αὐτοῦ συγγράμματα τόμοι δέκα· πρῶτος ἐν ᾧ Περὶ λέξεως ἢ περὶ χαρακτήρων. Αἴας ἢ Αἴαντος λόγος. Ὀδυσσεὺς ἢ περὶ Ὀδυσσέως. Ορέστου ἀπολογία ἢ περὶ τῶν δικογράφων. Ἰσογραφὴ ἢ Λυσίας καὶ Ἰσοκράτης. Πρὸς τὸν Ἰσοκράτους Ἀμάρτυρον. Τόμος δεύτερος ἐν ᾧ