Ancient Greek
Θ, Κεφ. α′. ΗΡΑΚΛΕΙΤΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 16-9
Not analysed yet
Ἱερώνυμος δέ φησι καὶ Σκυθῖνον τὸν τῶν ἰάμβων ποιητὴν ἐπιβαλέσθαι τὸν ἐκείνου λόγον διὰ μέτρου ἐκβάλλειν. πολλά τʼ εἰς αὐτὸν ἐπιγράμματα φέρεται, ἀτὰρ δὴ καὶ τόδε· Ἡράκλειτος ἐγώ· τί μʼ ἄνω κάτω ἕλκετʼ ἄμουσοι; οὐχ ὑμῖν ἐπόνουν, τοῖς δʼ ἔμʼ ἐπισταμένοις. εἷς ἐμοὶ ἄνθρωπος τρισμύριοι, οἱ δʼ ἀνάριθμοι οὐδείς. ταῦτʼ αὐδῶ καὶ παρὰ Φερσεφόνῃ. καὶ ἄλλο τοιόνδε· μὴ ταχὺς Ἡρακλείτου ἐπʼ ὀμφαλὸν εἴλεε βίβλον τοὐφεσίου· μάλα τοι δύσβατος ἀτραπιτός. ὀρφνὴ καὶ σκότος ἐστὶν ἀλάμπετον· ἢν δέ σε μύστης εἰσαγάγῃ, φανεροῦ λαμπρότερʼ ἠελίου.