Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. ζ′. ΧΡΓΣΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 183
Not analysed yet
Ἐν μέντοι ταῖς οἰνώσεσιν ἡσύχαζε παραφε· ρόμενος τοῖς σκέλεσιν, ὥστʼ εἰπεῖν τὴν δούλην, Χρυσίππου μόνα τὰ σκέλη μεθύει. οὕτω δʼ ἦν φρονηματίας ὥστʼ ἐρομένου τινὸς τίνι συστήσω τὸν υἱόν; εἰπεῖν, ἐμοί· καὶ γὰρ εἰ ὑπελάμβανον εἶναί τινʼ ἐμοῦ βελτίονα, παρʼ αὐτῷ ἂν ἐγὼ ἐφιλοσόφουν. ὅθεν φασὶν ἐπʼ αὐτοῦ λεχθῆναι, οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσι· καί, εἰ μὴ γὰρ ἦν Χρύσιππος, οὐκ ἂν ἦν στοά. Τέλος δʼ Ἀρκεσιλάῳ καὶ Λακύδῃ, καθά φησι Σωτίων ἐν τῷ ὀγδόῳ, παραγενόμενος ἐν Ἀκαδημείᾳ συνεφιλοσόφησε·