Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. α′. ΖΗΝΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 19-7
Not analysed yet
Πρὸς δὲ τὸν ὀψοφάγον μηδὲν τοῖς συμβιωταῖς καταλιπόντα, παρατεθέντος ποτὲ μεγάλου ἰχθύος, ἄρας οἷος ἦν κατεσθίειν· ἐμβλέψαντος δέ, τί οὖν, ἔφη, τοὺς συμβιωτὰς οἴει πάσχειν καθʼ ἡμέραν, εἰ σὺ μίαν μὴ δύνασαι ἐνεγκεῖν τὴν ἐμὴν ὀψοφαγίαν; μειρακίου δὲ περιεργότερον παρὰ τὴν ἡλικίαν ἐρωτῶντος ζήτημά τι, προσήγαγε πρὸς κάτοπτρον καὶ ἐκέλευσεν ἐμβλέψαι· ἔπειτʼ ἠρώτησεν εἰ δοκεῖ αὐτῷ ἁρμόττοντα εἶναι 〈τῇ〉 ὄψει τοιαύτῃ ζητήματα. πρὸς δὲ τὸν φάσκοντα ὡς τὰ πολλὰ αὐτῷ Ἀντισθένης οὐκ ἀρέσκοι, χρείαν Σοφοκλέους προενεγκάμενος ἠρώτησεν εἴ τινα καὶ καλὰ ἔχειν αὐτῷ δοκεῖ· τοῦ δʼ οὐκ εἰδέναι φήσαντος, εἶτʼ οὐκ αἰσχύνῃ, ἔφη, εἰ μέν τι κακὸν ἦν εἰρημένον [ὑπʼ Ἀντισθένους], τοῦτʼ ἐκλεγόμενος καὶ μνημονεύων, εἰ δέ τι καλόν, οὐδʼ ἐπιβαλλόμενος κατέχειν;