Ancient Greek
Ε, Κεφ. α′. ΑΡΙΣΤΟΤΕΛΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 20-5
Not analysed yet
ἐρωτηθεὶς τί ἐστι φίλος, ἔφη, μία ψυχὴ δύο σώμασιν ἐνοικοῦσα. τῶν ἀνθρώπων ἔλεγε τοὺς μὲν οὕτω φείδεσθαι ὡς ἀεὶ ζησομένους, τοὺς δὲ οὕτως ἀναλίσκειν ὡς αὐτίκα τεθνηξομένους. πρὸς τὸν πυθόμενον διὰ τί τοῖς καλοῖς πολὺν χρόνον ὁμιλοῦμεν, τυφλοῦ, ἔφη, τὸ ἐρώτημα. ἐρωτηθεὶς τί ποτʼ αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, τὸ ἀνεπιτάκτως ποιεῖν ἅ τινες διὰ τὸν ἀπὸ τῶν νόμων φόβον ποιοῦσιν. ἐρωτηθεὶς πῶς ἂν προκόπτοιεν οἱ μαθηταί, ἔφη, ἐὰν τοὺς προέχοντας διώκοντες τοὺς ὑστεροῦντας μὴ ἀναμένωσι. πρὸς τὸν εἰπόντα ἀδολέσχην, ἐπειδὴ αὐτοῦ πολλὰ κατήντλησε, μήτι σου κατεφλυάρησα; μὰ Δίʼ, εἶπεν· οὐ γάρ σοι προσεῖχον.