Ancient Greek
η, Κεφ. α′. ΠΥΘΑΓΟΡΑΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 20-8
Not analysed yet
ἀπείχετο καὶ γέλωτος καὶ πάσης ἀρεσκείας οἷον σκωμμάτων καὶ διηγημάτων φορτικῶν. ὀργιζόμενός τʼ οὔτε οἰκέτην ἐκόλαζεν οὔτʼ ἐλεύθερον οὐδένα. ἐκάλει δὲ τὸ νουθετεῖν πεδαρτᾶν. μαντικῇ τʼ ἐχρῆτο τῇ διὰ τῶν κλῃδόνων τε καὶ οἰωνῶν, ἥκιστα δὲ τῇ διὰ τῶν ἐμπύρων, ἔξω τῆς διὰ λιβάνου. θυσίαις τε ἐχρῆτο ἀψύχοις, οἱ δέ φασιν, ὅτι ἀλέκτορσι μόνον καὶ ἐρίφοις γαλαθηνοῖς καὶ τοῖς λεγομένοις ἁπαλίαις, ἥκιστα δὲ ἄρνασιν. ὅ γε μὴν Ἀριστόξενος πάντα μὲν τἄλλα συγχωρεῖν αὐτὸν ἐσθίειν ἔμψυχα, μόνον δʼ ἀπέχεσθαι βοὸς ἀροτῆρος καὶ κριοῦ.