Ancient Greek
η, Κεφ. α′. ΠΥΘΑΓΟΡΑΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 23-8
Not analysed yet
καὶ θεοὺς μὲν δαιμόνων προτιμᾶν, ἥρωας δʼ ἀνθρώπων, ἀνθρώπων δὲ μάλιστα τοὺς γονέας. ἀλλήλοις θʼ ὁμιλεῖν, ὡς τοὺς μὲν φίλους ἐχθροὺς μὴ ποιῆσαι, τοὺς δʼ ἐχθροὺς φίλους ἐργάσασθαι. ἴδιόν τε μηδὲν ἡγεῖσθαι. νόμῳ βοηθεῖν, ἀνομίᾳ πολεμεῖν· φυτὸν ἥμερον μήτε φθίνειν μήτε σίνεσθαι, ἀλλὰ μηδὲ ζῷον ὃ μὴ βλάπτει ἀνθρώπους. αἰδῶ καὶ εὐλάβειαν εἶναι μήτε γέλωτι κατέχεσθαι μήτε σκυθρωπάζειν. φεύγειν σαρκῶν πλεονασμόν, ὁδοιπορίης ἄνεσιν καὶ ἐπίτασιν ποιεῖσθαι, μνήμην ἀσκεῖν, ἐν ὀργῇ μήτε τι λέγειν μήτε πράσσειν, μαντικὴν πᾶσαν τιμᾶν,