Ancient Greek
Δ, Κεφ. ε′. ΚΡΑΝΤΩΡ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 25-4
Not analysed yet
ἀλλὰ καὶ αὐτὸν ὑγιάναντα διακούειν Πολέμωνος, ἐφʼ ᾧ καὶ μάλιστα θαυμασθῆναι. λέγεται δὲ καὶ τὴν οὐσίαν καταλιπεῖν Ἀρκεσιλάω, ταλάντων οὖσαν δυοκαίδεκα. καὶ ἐρωτηθέντα πρὸς αὐτοῦ ποῦ βούλεται ταφῆναι, εἰπεῖν· ἐν γῆς φίλης μυχοῖσι κρυφθῆναι καλόν. λέγεται δὲ καὶ ποιήματα γράψαι καὶ ἐν τῇ πατρίδι ἐν τῷ τῆς Ἀθηνᾶς ἱερῷ σφραγισάμενος αὐτὰ θεῖναι. καί φησι Θεαίτητος ὁ ποιητὴς περὶ αὐτοῦ οὑτωσί· ἥνδανεν ἀνθρώποις, ὁ δʼ ἐπὶ πλέον ἥνδανε Μούσαις Κράντωρ, καὶ γήρως ἤλυθεν οὔτι πρόσω. γῆ, σὺ δὲ τεθνηῶτα τὸν ἱερὸν ἄνδρʼ ὑπόδεξαι· ἠρέμα καὶ κεῖθι ζῴη ἐν εὐθενίῃ.