Ancient Greek
Ε, Κεφ. α′. ΑΡΙΣΤΟΤΕΛΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 25-5
Not analysed yet
Συναγωγῆς α′ β′. Περὶ φύσεως α′ β′ γ′. Φυσικὸν α′. Περὶ τῆς Ἀρχυτείου φιλοσοφίας α′ β′ γ′. Περὶ τῆς Σπευσίππου καὶ Ξενοκράτους α′. Τὰ ἐκ τοῦ Τιμαίου καὶ τῶν Ἀρχυτείων α′. Πρὸς τὰ Μελίσσου α′. Πρὸς τὰ Ἀλκμαίωνος α′. Πρὸς τοὺς Πυθαγορείους α′. Πρὸς τὰ Γοργίου α′. Πρὸς τὰ Ξενοφάνους α′. Πρὸς τὰ Ζήνωνος α′. Περὶ τῶν Πυθαγορείων α′. Περὶ ζῴων α′ β′ γ′ δ′ ε′ σ′ ζ′ η′ θ′. Ἀνατομῶν α′ β′ γ′ δ′ ε′ σ′ ζ′ η′. Ἐκλογὴ ἀνατομῶν α′. Ὑπὲρ τῶν συνθέτων ζῴων α′. Ὑπὲρ τῶν μυθολογουμένων ζῴων α′. Ὑπὲρ τοῦ μὴ γεννᾶν α′. Περὶ φυτῶν α′ β′. Φυσιογνωμονικὸν α′. Ἰατρικὰ β′. Περὶ μονάδος α′.