Ancient Greek
Ι, ΕΠΙΚΟΥΡΟΣ
Diogenes Laertius, Lives of the Eminent Philosophers 27-10
Not analysed yet
καὶ διὰ τοῦτο καὶ πολλάκις ταὐτὰ γέγραφε καὶ τὸ ἐπελθόν, καὶ ἀδιόρθωτα εἴακε τῷ ἐπείγεσθαι· καὶ τὰ μαρτύρια τοσαῦτά ἐστιν ὡς ἐκείνων μόνων γέμειν τὰ βιβλία, καθάπερ καὶ παρὰ Ζήνωνι ἔστιν εὑρεῖν καὶ παρὰ Ἀριστοτέλει. καὶ τὰ συγγράμματα μὲν Ἐπικούρῳ τοσαῦτα καὶ τηλικαῦτα, ὧν τὰ βέλτιστά ἐστι τάδε· Περὶ φύσεως ἑπτὰ καὶ τριάκοντα. Περὶ ἀτόμων καὶ κενοῦ. Περὶ ἔρωτος. Ἐπιτομὴ τῶν πρὸς τοὺς φυσικούς. Πρὸς τοὺς Μεγαρικούς. Διαπορίαι. Κύριαι δόξαι. Περὶ αἱρέσεων καὶ φυγῶν. Περὶ τέλους. Περὶ κριτηρίου ἢ Κανών. Χαιρέδημος. Περὶ θεῶν. Περὶ ὁσιότητος.