Ancient Greek
Ε, Κεφ. α′. ΑΡΙΣΤΟΤΕΛΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 27-5
Not analysed yet
Πολιτεῖαι πόλεων δυοῖν δεούσαιν ρξʼ 〈κοιναὶ〉 καὶ ἴδιαι, δημοκρατικαί, ὀλιγαρχικαί, ἀριστοκρατικαὶ καὶ τυραννικαί. Ἐπιστολαὶ πρὸς Φίλιππον. Σηλυμβρίων ἐπιστολαί. Πρὸς Ἀλέξανδρον ἐπιστολαὶ δ′. Πρὸς Ἀντίπατρον θ′. Πρὸς Μέντορα α′. Πρὸς Ἀρίστωνα α′. Πρὸς Ὀλυμπιάδα α′. Πρὸς Ἡφαιστίωνα α′. Πρὸς Θεμισταγόραν α′. Πρὸς Φιλόξενον α′. Πρὸς Δημόκριτον α′. Ἔπη ὧν ἀρχή, Ἁγνὲ θεῶν πρέσβισθʼ ἑκατηβόλε. Ἐλεγεῖα ὧν ἀρχή, Καλλιτέκνου μητρὸς θύγατερ. Γίνονται αἱ πᾶσαι μυριάδες στίχων τέτταρες καὶ τετταράκοντα πρὸς τοῖς πεντακισχιλίοις καὶ διακοσίοις ἑβδομήκοντα.