Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. α′. ΖΗΝΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 29-7
Not analysed yet
Ἀθηναῖοι δʼ ἔθαψαν αὐτὸν ἐν τῷ Κεραμεικῷ καὶ ψηφίσμασι τοῖς προειρημένοις ἐτίμησαν, τὴν ἀρετὴν αὐτῷ προσμαρτυροῦντες. καὶ Ἀντίπατρος ὁ Σιδώνιος ἐποίησεν οὕτως εἰς αὐτόν· τῆνος ὅδε Ζήνων Κιτίῳ φίλος, ὅς ποτʼ Ὄλυμπον ἔδραμεν, οὐκ Ὄσσῃ Πήλιον ἀνθέμενος, οὐδὲ τά γʼ Ἡρακλῆος ἀέθλεε· τὰν δέ ποτʼ ἄστρα ἀτραπιτὸν μούνας εὗρε σαοφροσύνας.