Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΠΡΩΤΟΝ, Κεφ. α′. ΘΑΛΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 36
Not analysed yet
πρὸς τὸν πυθόμενον τί πρότερον γεγόνοι, νὺξ ἢ ἡμέρα, ἡ νύξ, ἔφη, μιᾷ ἡμέρᾳ πρότερον. ἠρώτησέ τις αὐτὸν εἰ λήθοι θεοὺς ἄνθρωπος ἀδικῶν· ἀλλʼ οὐδὲ διανοούμενος, ἔφη. πρὸς τὸν μοιχὸν ἐρόμενον εἰ ὀμόσειε μὴ μεμοιχευκέναι, οὐ χεῖρον, ἔφη, μοιχείας ἐπιορκία. ἐρωτηθεὶς τί δύσκολον, ἔφη, τὸ ἑαυτὸν γνῶναι· τί δὲ εὔκολον, τὸ ἄλλῳ ὑποθέσθαι· τί ἥδιστον, τὸ ἐπιτυγχάνειν· τί τὸ θεῖον, τὸ μήτε ἀρχὴν ἔχον μήτε τελευτήν. τί δὲ καινὸν εἴη τεθεαμένος ἔφη· γέροντα τύραννον. πῶς ἄν τις ἀτυχίαν ῥᾷστα φέροι, εἰ τοὺς ἐχθροὺς χεῖρον πράσσοντας βλέποι· πῶς ἂν ἄριστα καὶ δικαιότατα βιώσαιμεν, ἐὰν ἃ τοῖς ἄλλοις ἐπιτιμῶμεν, αὐτοὶ μὴ δρῶμεν·