Ancient Greek
Γ, ΠΛΑΤΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 36-3
Not analysed yet
Εἶχε δὲ φιλέχθρως ὁ Πλάτων καὶ πρὸς Ἀρίστιππον. ἐν γοῦν τῷ Περὶ ψυχῆς διαβάλλων αὐτόν φησιν ὅτι οὐ παρεγένετο Σωκράτει τελευτῶντι, ἀλλʼ ἐν Αἰγίνῃ ἦν καὶ σύνεγγυς. καὶ πρὸς Αἰσχίνην δέ τινα φιλοτιμίαν εἶχε, φασίν, ὅτι δή περ καὶ αὐτὸς εὐδοκίμει παρὰ Διονυσίῳ. ὃν ἐλθόντα διʼ ἀπορίαν ὑπὸ μὲν Πλάτωνος παροφθῆναι, ὑπὸ δʼ Ἀριστίππου συσταθῆναι. τούς τε λόγους οὓς Κρίτωνι περιτέθεικεν ἐν τῷ δεσμωτηρίῳ περὶ τῆς φυγῆς συμβουλεύοντι, φησὶν Ἰδομενεὺς εἶναι Αἰσχίνου· τὸν δʼ ἐκείνῳ περιθεῖναι διὰ τὴν πρὸς τοῦτον δυσμένειαν.