Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΕΚΤΟΝ, Κεφ. β′. ΔΙΟΓΕΝΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 36-6
Not analysed yet
Τῷ πριαμένῳ αὐτὸν Ξενιάδῃ φησί, ἄγε ὅπως τὸ προσταττόμενον ποιήσεις. τοῦ δʼ εἰπόντος, ἄνω ποταμῶν χωροῦσι παγαί, εἰ δὲ ἰατρὸν ἐπρίω νοσῶν, οὐκ ἄν, ἔφη, αὐτῷ ἐπείθου, ἀλλʼ εἶπες ἂν ὡς ἄνω ποταμῶν χωροῦσι παγαί; ἤθελέ τις παρʼ αὐτῷ φιλοσοφεῖν· ὁ δέ οἱ σαπέρδην δοὺς ἐκέλευσεν ἀκολουθεῖν. ὡς δʼ ὑπʼ αἰδοῦς ῥίψας ἀπῆλθε, μετὰ χρόνον ὑπαντήσας αὐτῷ καὶ γελάσας λέγει, τὴν σὴν καὶ ἐμὴν φιλίαν σαπέρδης διέλυσε. Διοκλῆς δʼ οὕτως ἀναγράφει. εἰπόντος τινὸς αὐτῷ, ἐπίταττε ἡμῖν, Διόγενες, ἀπαγαγὼν αὐτὸν ἡμιωβολίου τυρὸν ἐδίδου φέρειν· ἀρνησαμένου δέ, τὴν σήν, ἔφη, καὶ ἐμὴν φιλίαν ἡμιωβολίου τυρίδιον διαλέλυκε.