Ancient Greek
Ε, Κεφ. β′. ΘΕΟΦΡΑΣΤΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 37-5
Not analysed yet
ἄλλως τε καὶ εὐεργετικὸς καὶ φιλόλογος. Κάσανδρος γοῦν αὐτὸν ἀπεδέχετο καὶ Πτολεμαῖος ἔπεμψεν ἐπʼ αὐτόν· τοσοῦτον δʼ ἀποδοχῆς ἠξιοῦτο παρʼ Ἀθηναίοις, ὥστʼ Ἀγνωνίδης τολμήσας ἀσεβείας αὐτὸν γράψασθαι, μικροῦ καὶ προσῶφλεν. ἀπήντων τʼ εἰς τὴν διατριβὴν αὐτοῦ μαθηταὶ πρὸς δισχιλίους. οὗτος τά τʼ ἄλλα καὶ περὶ δικαστηρίου τοιαῦτα διείλεκται ἐν τῇ πρὸς Φανίαν τὸν περιπατητικὸν ἐπιστολῇ· οὐ γὰρ ὅτι πανήγυριν, ἀλλʼ οὐδὲ συνέδριον ῥᾴδιον, οἷόν τις βούλεται, λαβεῖν· αἱ δʼ ἀναγνώσεις ποιοῦσιν ἐπανορθώσεις· τὸ δʼ ἀναβάλλεσθαι πάντα καὶ ἀμελεῖν οὐκέτι φέρουσιν αἱ ἡλικίαι. ἐν ταύτῃ τῇ ἐπιστολῇ σχολαστικὸν ὠνόμακε.