Ancient Greek
Β, Κεφ. ε′. ΣΩΚΡΑΤΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 41-2
Not analysed yet
εἰπόντος δὲ τοῦ Λυσίου, πῶς, εἰ καλός ἐστιν ὁ λόγος, οὐκ ἄν σοι ἁρμόττοι; ἔφη, οὐ γὰρ καὶ ἱμάτια καλὰ καὶ ὑποδήματα εἴη ἂν ἐμοὶ ἀνάρμοστα; Κρινομένου δʼ αὐτοῦ φησιν Ἰοῦστος ὁ Τιβεριεὺς ἐν τῷ Στέμματι Πλάτωνα ἀναβῆναι ἐπὶ τὸ βῆμα καὶ εἰπεῖν, νεώτατος ὤν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ἐπὶ τὸ βῆμα ἀναβάντων· τοὺς δὲ δικαστὰς ἐκβοῆσαι, Κατάβα, κατάβα [τουτέστι κατάβηθι]. ὅτʼ οὖν καὶ κατεδικάοθη διακοσίαις ὀγδοήκοντα μιᾷ πλείοσι ψήφοις τῶν ἀπολυουσῶν· καὶ τιμωμένων τῶν δικαστῶν τί χρὴ παθεῖν αὐτὸν ἢ ἀποτῖσαι, πέντε καὶ εἴκοσιν ἔφη δραχμὰς ἀποτίσειν. Εὐβουλίδης μὲν γάρ φησιν ἑκατὸν ὁμολογῆσαι·