Ancient Greek
Γ, ΠΛΑΤΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 42-3
Not analysed yet
καὶ τὸ ἐν Εἰρεσιδῶν χωρίον, ὃ παρὰ Καλλιμάχου ἐπριάμην, ᾧ γείτων βορρᾶθεν Εὐρυμέδων Μυρρινούσιος, νοτόθεν δὲ Δημόστρατος Ξυπεταιών, πρὸς ἡλίου ἀνιόντος Εὐρυμέδων Μυρρινούσιος, πρὸς ἡλίου δυομένου Κηφισός. ἀργυρίου μνᾶς τρεῖς. φιάλην ἀργυρᾶν ἕλκουσαν ρξεʼ, κυμβίον ἄγον μεʼ, δακτύλιον χρυσοῦν καὶ ἐνώτιον χρυσοῦν ἄγοντα συνάμφω δʼ δραχμάς, ὀβολοὺς γʼ. Εὐκλείδης ὁ λιθοτόμος ὀφείλει μοι τρεῖς μνᾶς. Ἄρτεμιν ἀφίημι ἐλευθέραν. οἰκέτας καταλείπω Τύχωνα Βίκταν Ἀπολλωνίδην Διονύσιον.