Ancient Greek
Ε, Κεφ. β′. ΘΕΟΦΡΑΣΤΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 42-5
Not analysed yet
Καταλέλοιπε δὲ βιβλία καὶ αὐτὸς ὅτι μάλιστα πάμπλειστα, ἃ καὶ αὐτὰ ἄξιον ἡγησάμην ὑπογράψαι διὰ τὸ πάσης ἀρετῆς πεπληρῶσθαι. ἔστι δὲ τάδε· Ἀναλυτικῶν προτέρων α′ β′ γ′. Ἀναλυτικῶν ὑστέρων α′ β′ γ′ δ′ ε′ ς′ ζ′. Περὶ ἀναλύσεως συλλογισμῶν α′. Ἀναλυτικῶν ἐπιτομὴ α′. Ἀνηγμένων τόπων α′ β′. Ἀγωνιστικὸν τῆς περὶ τοὺς ἐρωτικοὺς λόγους θεωρίας Περὶ αἰσθήσεων α′. Πρὸς Ἀναξαγόραν α′. Περὶ τῶν Ἀναξαγόρου α′. Περὶ τῶν Ἀναξιμένους α′. Περὶ τῶν Ἀρχελάου α′. Περὶ ἁλῶν, νίτρου, στυπτηρίας α′. Περὶ τῶν λιθουμένων α′ β′. Περὶ τῶν ἀτόμων γραμμῶν α′. Ἀκροάσεως α′ β′. Περὶ ἀνέμων α′. Ἀρετῶν διαφοραὶ α′. Περὶ βασιλείας α′. Περὶ παιδείας βασιλέως α′. Περὶ βίων α′ β′ γ′.