Ancient Greek
η, Κεφ. α′. ΠΥΘΑΓΟΡΑΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 44-7
Not analysed yet
Ὁ δʼ οὖν Πυθαγόρας, ὡς μὲν Ἡρακλείδης φησὶν ὁ τοῦ Σαραπίωνος, ὀγδοηκοντούτης ἐτελεύτα, κατὰ τὴν ἰδίαν ὑπογραφὴν τῶν ἡλικιῶν· ὡς δʼ οἱ πλείους, ἔτη βιοὺς ἐνενήκοντα. καὶ ἡμῶν ἐστιν εἰς αὐτὸν πεπαιγμένα οὕτως ἔχοντα· οὐ μόνος ἐμψύχων ἄπεχες χέρας, ἀλλὰ καὶ ἡμεῖς· τίς γὰρ ὃς ἐμψύχων ἥψατο, Πυθαγόρα; ἀλλʼ ὅταν ἑψηθῇ τι καὶ ὀπτηθῇ καὶ ἁλισθῇ, δὴ τότε καὶ ψυχὴν οὐκ ἔχον ἐσθίομεν. ἄλλο· ἦν ἄρα Πυθαγόρης τοῖος σοφός, ὥστε μὲν αὐτὸς μὴ ψαύειν κρειῶν καὶ λέγεν ὡς ἄδικον, σιτίζειν δʼ ἄλλους. ἄγαμαι σοφόν· αὐτὸς ἔφα μὲν οὐκ ἀδικεῖν, ἄλλους δʼ αὐτὸς ἔτευχʼ ἀδικεῖν.