Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΠΡΩΤΟΝ, Κεφ. β′. ΣΟΛΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 47
Not analysed yet
ἦν δὲ τὰ ἐλεγεῖα τὰ μάλιστα καθαψάμενα τῶν Ἀθηναίων τάδε· εἴην δὴ τότʼ ἐγὼ Φολεγάνδριος ἢ Σικινίτης ἀντί γʼ Ἀθηναίου, πατρίδʼ ἀμειψάμενος. αἶψα γὰρ ἂν φάτις ἥδε μετʼ ἀνθρώποισι γένοιτο· Ἀττικὸς οὗτος ἀνὴρ τῶν Σαλαμιναφετῶν. εἶτα· ἴομεν εἰς Σαλαμῖνα μαχησόμενοι περὶ νήσου ἱμερτῆς χαλεπόν τʼ αἶσχος ἀπωσόμενοι. ἔπεισε δὲ αὐτοὺς καὶ τὴν ἐν Θρᾴκῃ Χερρόνησον προσκτήσασθαι.