Ancient Greek
Β, Κεφ. ε′. ΣΩΚΡΑΤΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 47-2
Not analysed yet
Τῶν δὲ διαδεξαμένων αὐτὸν τῶν λεγομένων Σωκρατικῶν οἱ κορυφαιότατοι μὲν Πλάτων, Ξενοφῶν, Ἀντισθένης· τῶν δὲ φερομένων δέκα οἱ διασημότατοι τέσσαρες, Αἰσχίνης, Φαίδων, Εὐκλείδης, Ἀρίστιππος. λεκτέον δὲ πρῶτον περὶ Ξενοφῶντος, εἶτα περὶ Ἀντισθένους ἐν τοῖς κυνικοῖς, ἔπειτα περὶ τῶν Σωκρατικῶν, εἶθʼ οὕτω περὶ Πλάτωνος, ἐπεὶ κατάρχει τῶν δέκα αἱρέσεων καὶ τὴν πρώτην Ἀκαδημείαν αὐτὸς συνεστήσατο. ἡ μὲν οὖν ἀκολουθία τοῦτον ἐχέτω τὸν τρόπον. Γέγονε δὲ καὶ ἕτερος Σωκράτης, ἱστορικός, περιήγησιν Ἄργους γεγραφώς· καὶ ἄλλος περιπατητικός, Βιθυνός· καὶ ἕτερος ἐπιγραμμάτων ποιητής· καὶ ὁ Κῷος, ἐπικλήσεις θεῶν γεγραφώς.