Ancient Greek
Γ, ΠΛΑΤΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 47-3
Not analysed yet
ὁμοίως Πολέμων ἱστορεῖ. καὶ Δημοσθένην Σαβῖνος λέγει Μνησίστρατον Θάσιον παρατιθέμενος ἐν δʼ Μελετητικῆς ὕλης· καὶ εἰκός ἐστι. Φιλοπλάτωνι δέ σοι δικαίως ὑπαρχούσῃ καὶ παρʼ ὁντινοῦν τὰ τοῦ φιλοσόφου δόγματα φιλοτίμως ζητούσῃ ἀναγκαῖον ἡγησάμην ὑπογράψαι καὶ τὴν φύσιν τῶν λόγων καὶ τὴν τάξιν τῶν διαλόγων καὶ τὴν ἔφοδον τῆς ἐπαγωγῆς, ὡς οἷόν τε στοιχειωδῶς καὶ ἐπὶ κεφαλαίων, πρὸς τὸ μὴ ἀμοιρεῖν αὐτοῦ τῶν δογμάτων τὴν περὶ τοῦ βίου συναγωγήν· γλαῦκα γὰρ εἰς Ἀθήνας, φασίν, εἰ δέῃ σοι τὰ κατʼ εἶδος διηγεῖσθαι.