Ancient Greek
Δ, Κεφ. ζ′. ΒΙΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 48-4
Not analysed yet
ἐρωτηθείς ποτε τίς μᾶλλον ἀγωνιᾷ, ἔφη, ὁ τὰ μέγιστα βουλόμενος εὐημερεῖν. ἐρωτηθεὶς εἰ γήμαι—ἀναφέρεται γὰρ καὶ εἰς τοῦτον—ἔφη, ἐὰν μὲν γήμῃς αἰσχράν, ἕξεις ποινήν· ἂν δὲ καλήν, ἕξεις κοινήν. τὸ γῆρας ἔλεγεν ὅρμον εἶναι τῶν κακῶν· εἰς αὐτὸ γοῦν πάντα καταφεύγειν. τὴν δόξαν 〈ἀρ〉ετῶν μητέρα εἶναι· τὸ κάλλος ἀλλότριον ἀγαθόν· τὸν πλοῦτον νεῦρα πραγμάτων. πρὸς τὸν τὰ χωρία κατεδηδοκότα, τὸν μὲν Ἀμφιάραον, ἔφη, ἡ γῆ κατέπιε, σὺ δὲ τὴν γῆν. μέγα κακὸν τὸ μὴ δύνασθαι φέρειν κακόν. κατεγίνωσκε δὲ καὶ τῶν τοὺς ἀνθρώπους κατακαόντων μὲν ὡς ἀναισθήτους, παρακαόντων δὲ ὡς αἰσθανομένους.