Ancient Greek
Δ, Κεφ. ζ′. ΒΙΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 50-4
Not analysed yet
Ἔλεγε δὲ τοὺς ἐν ᾅδου μᾶλλον ἂν κολάζεσθαι εἰ ὁλοκλήροις καὶ μὴ τετρημένοις ἀγγείοις ὑδροφόρουν. πρὸς τὸν ἀδολέσχην λιπαροῦντα αὐτῷ συλλαβέσθαι, τὸ ἱκανόν σοι ποιήσω, φησίν, ἐὰν παρακλήτους πέμψῃς καὶ αὐτὸς μὴ ἔλθῃς. πλέων μετὰ πονηρῶν λῃσταῖς περιέπεσε· τῶν δέ, ἀπολώλαμεν, εἰπόντων, ἐὰν γνωσθῶμεν, ἐγὼ δέ γε, φησίν, ἐὰν μὴ γνωσθῶ. τὴν οἴησιν ἔλεγε προκοπῆς ἐγκοπήν. πρὸς τὸν μικρολόγον πλούσιον, οὐχ οὗτος, ἔφη, τὴν οὐσίαν κέκτηται, ἀλλʼ ἡ οὐσία τοῦτον. ἔλεγε τοὺς μικρολόγους τῶν μὲν ὑπαρχόντων ὡς ἰδίων ἐπιμελεῖσθαι, ὡς δʼ ἐξ ἀλλοτρίων μηδὲν ὠφελεῖσθαι. τῇ μὲν ἀνδρείᾳ νέους ὄντας ἔφη χρῆσθαι, τῇ δὲ φρονήσει γηράσκοντας ἀκμάζειν.