Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΕΚΤΟΝ, Κεφ. β′. ΔΙΟΓΕΝΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 52-6
Not analysed yet
Ἰδών ποτε δραπέτην ἐπὶ φρέατι καθήμενον ἔφη, μειράκιον, βλέπε μὴ ἐμπέσῃς. ἰδὼν [μειρακύλλιον] ἱματιοκλέπτην ἐν τῷ βαλανείῳ ἔφη, ἐπʼ ἀλειμμάτιον ἢ ἐπʼ ἄλλʼ ἱμάτιον; ἰδών ποτε γυναῖκας ἀπʼ ἐλαίας ἀπηγχονισμένας, εἴθε γάρ, ἔφη, πάντα τὰ δένδρα τοιοῦτον καρπὸν ἤνεγκεν. ἰδὼν λωποδύτην ἔφη, τἰπτε σὺ ὧδε, φέριστε; ἦ τινα συλήσων νεκύων κατατεθνηώτων; ἐρωτηθεὶς εἰ παιδισκάριον ἢ παιδάριον ἔχοι, ἔφη, οὔ· τοῦ δὲ εἰπόντος, ἐὰν οὖν ἀποθάνῃς, τίς σε ἐξοίσει; ἔφη, ὁ χρῄζων τῆς οἰκίας.