Ancient Greek
η, Κεφ. β′. ΕΜΠΕΔΟΚΛΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 52-8
Not analysed yet
Ἀπολλόδωρος δʼ ὁ γραμματικὸς ἐν τοῖς Χρονικοῖς φησιν ὡς ἦν μὲν Μέτωνος υἱός, εἰς δὲ Θουρίους αὐτὸν νεωστὶ παντελῶς ἐκτισμένους 〈ὁ〉 Γλαῦκος ἐλθεῖν φησιν. εἶθʼ ὑποβάς· οἱ δʼ ἱστοροῦντες, ὡς πεφευγὼς οἴκοθεν εἰς τὰς Συρακούσας μετʼ ἐκείνων ἐπολέμει πρὸς Ἀθηνάους ἐμοί 〈γε〉 τελέως ἀγνοεῖν δοκοῦσιν· ἢ γὰρ οὐκέτʼ ἦν ἢ παντελῶς ὑπεργεγηρακώς, ὅπερ οὐχὶ φαίνεται. Ἀριστοτέλης γὰρ αὐτόν, ἔτι τε Ἡρακλείδης, ἑξήκοντα ἐτῶν φησὶ τετελευτηκέναι. ὁ δὲ 〈τὴν〉 μίαν καὶ ἑβδομηκοστὴν Ὀλυμπιάδα νενικηκὼς κέλητι τούτου πάππος ἦν ὁμώνυμος, ὥσθʼ ἅμα καὶ τὸν χρόνον ὑπὸ τοῦ Ἀπολλοδώρου σημαίνεσθαι.