Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΕΚΤΟΝ, Κεφ. β′. ΔΙΟΓΕΝΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 54-6
Not analysed yet
Ἐρωτηθεὶς ὑπό τινος, ποῖός τίς σοι Διογένης δοκεῖ ; Σωκράτης, εἶπε, μαινόμενος. ἐρωτηθεὶς ποίῳ καιρῷ δεῖ γαμεῖν, ἔφη, τοὺς μὲν νέους μηδέπω, τοὺς δὲ πρεσβυτέρους μηδεπώποτε. ἐρωτηθεὶς τί θέλοι κονδύλου λαβεῖν, περικεφαλαίαν, ἔφη. μειράκιον ἰδὼν καλλωπιζόμενον ἔφη, εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς· εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς. ἰδών ποτε μειράκιον ἐρυθριῶν, θάρρει, ἔφη· τοιοῦτόν ἐστι τῆς ἀρετῆς τὸ χρῶμα. δυοῖν ποτε νομικοῖν ἀκούσας τοὺς δύο κατέκρινεν, εἰπὼν τὸν μὲν κεκλοφέναι, τὸν δὲ μὴ ἀπολωλεκέναι. ἐρωτηθεὶς ποῖον οἶνον ἡδέως πίνει, ἔφη, τὸν ἀλλότριον. πρὸς τὸν εἰπόντα, πολλοί σου καταγελῶσιν, ἀλλʼ ἐγώ, ἔφη, οὐ καταγελῶμαι.