Ancient Greek
Β, Κεφ. σ′. ΞΕΝΟΦΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 57-2
Not analysed yet
Τήν τʼ Ἀνάβασιν, ἧς κατὰ βιβλίον μὲν ἐποίησε προοίμιον, ὅλης δὲ οὔ· καὶ Κύρου Παιδείαν καὶ Ἑλληνικὰ καὶ Ἀπομνημονεύματα· Συμπόσιόν τε καὶ Οἰκονομικὸν καὶ Περὶ ἱππικῆς καὶ Κυνηγετικὸν καὶ Ἱππαρχικόν, Ἀπολογίαν τε Σωκράτους καὶ Περὶ πόρων καὶ Ἱέρωνα ἢ Τυραννικόν, Ἀγησίλαόν τε καὶ Ἀθηναίων καὶ Λακεδαιμονίων Πολιτείαν, ἥν φησιν οὐκ εἶναι Ξενοφῶντος ὁ Μάγνης Δημήτριος. λέγεται δʼ ὅτι καὶ τὰ Θουκυδίδου βιβλία λανθάνοντα ὑφελέσθαι δυνάμενος αὐτὸς εἰς δόξαν ἤγαγεν. ἐκαλεῖτο δὲ καὶ Ἀττικὴ Μοῦσα γλυκύτητι τῆς ἑρμηνείας· ὅθεν καὶ πρὸς ἀλλήλους ζηλοτύπως εἶχον αὐτός τε καὶ Πλάτων, ὡς ἐν τῷ περὶ Πλάτωνος λέξομεν.