Ancient Greek
Γ, ΠΛΑΤΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 58-3
Not analysed yet
ταύτης τῆς τετραλογίας, ἥτις ἐστὶ πρώτη, ἡγεῖται Εὐθύφρων ἢ περὶ ὁσίου· ὁ διάλογος δʼ ἐστὶ πειραστικός· δεύτερος Ἀπολογία Σωκράτους, ἠθικός· τρίτος Κρίτων ἢ περὶ πρακτέου, ἠθικός· τέταρτος Φαίδων ἢ περὶ ψυχῆς, ἠθικός. δευτέρα τετραλογία, ἧς ἡγεῖται Κρατύλος ἢ περὶ ὀρθότητος ὀνομάτων, λογικός· Θεαίτητος ἢ περὶ ἐπιστήμης, πειραστικός· Σοφιστὴς ἢ περὶ τοῦ ὄντος, λογικός· Πολιτικὸς ἢ περὶ βασιλείας, λογικός. τῆς τρίτης ἡγεῖται Παρμενίδης ἢ περὶ ἰδεῶν, λογικός· Φίληβος ἢ περὶ ἡδονῆς, ἠθικός· Συμπόσιον ἢ περὶ ἀγαθοῦ, ἠθικός· Φαῖδρος ἢ περὶ ἔρωτος, ἠθικός.