Ancient Greek
Δ, Κεφ. β′. ΞΕΝΟΚΡΑΤΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 6-4
Not analysed yet
Ξενοκράτης Ἀγαθήνορος Χαλκηδόνιος· οὗτος ἐκ νέου Πλάτωνος ἤκουσεν, ἀλλὰ καὶ εἰς Σικελίαν αὐτῷ συναπεδήμησεν. ἦν δὲ τὴν φύσιν νωθρός, ὥστε λέγειν τὸν Πλάτωνα συγκρίνοντα αὐτὸν Ἀριστοτέλει, τῷ μὲν μύωπος δεῖ, τῷ δὲ χαλινοῦ. καὶ ἐφʼ οἷον ἵππον οἷον ὄνον ἀλείφω. σεμνὸς δὲ τά τʼ ἄλλα Ξενοκράτης καὶ σκυθρωπὸς ἀεί, ὥστε αὐτῷ λέγειν συνεχὲς τὸν Πλάτωνα, Ξενόκρατες, θῦε ταῖς Χάρισι. διῆγέ τʼ ἐν Ἀκαδημείᾳ τὰ πλεῖστα· καὶ εἴ ποτε μέλλοι εἰς ἄστυ ἀνιέναι, φασὶ τοὺς θορυβώδεις πάντας καὶ προυνίκους ὑποστέλλειν αὐτοῦ τῇ παρόδῳ.