Ancient Greek
Θ, Κεφ. α′. ΗΡΑΚΛΕΙΤΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 6-9
Not analysed yet
ἀνέθηκε δʼ αὐτὸ εἰς τὸ τῆς Ἀρτέμιδος ἱερόν, ὡς μέν τινες, ἐπιτηδεύσας ἀσαφέστερον γράψαι, ὅπως οἱ δυνάμενοι 〈μόνοι〉 προσίοιεν αὐτῷ καὶ μὴ ἐκ τοῦ δημώδους εὐκαταφρόνητον ᾖ. τοῦτον δὲ καὶ ὁ Τίμων ὑπογράφει λέγων, τοῖς δʼ ἔνι κοκκυστής, ὀχλολοίδορος Ἡράκλειτος, αἰνικτὴς ἀνόρουσε. Θεόφραστος δέ φησιν ὑπὸ μελαγχολίας τὰ μὲν ἡμιτελῆ, τὰ δʼ ἄλλοτʼ ἄλλως ἔχοντα γράψαι. σημεῖον δʼ αὐτοῦ τῆς μεγαλοφροσύνης Ἀντισθένης φησὶν ἐν Διαδοχαῖς· ἐκχωρῆσαι γὰρ τἀδελφῷ τῆς βασιλείας. τοσαύτην δὲ δόξαν ἔσχε τὸ σύγγραμμα ὡς καὶ αἱρετιστὰς ἀπʼ αὐτοῦ γενέσθαι τοὺς κληθέντας Ἡρακλειτείους.