Ancient Greek
Ε, Κεφ. γ′. ΣΤΡΑΤΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 60-5
Not analysed yet
Περὶ τοῦ ὅρου. Περὶ τοῦ μᾶλλον καὶ ἧττον. Περὶ ἀδίκου. Περὶ τοῦ προτέρου καὶ ὑστέρον Περὶ τοῦ προτέρου γένους. Περὶ τοῦ ἰδίου. Περὶ τοῦ μέλλοντος. Εὑρημάτων ἔλεγχοι δύο. Ὑπομνήματα, ἃ διστάζεται. Ἐπιστολαὶ ὧν ἡ ἀρχή· Στράτων Ἀρσινόῃ εὖ πράττειν. Τοῦτόν φασιν οὕτω γενέσθαι λεπτὸν ὡς ἀναισθήτως τελευτῆσαι. καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον· λεπτὸς ἀνὴρ δέμας ἦν, εἴ μοι προσέχεις, ἀπὸ χρισμῶν· Στράτωνα τοῦτόν φημί σοι Λάμψακος ὅν ποτʼ ἔφυσεν· ἀεὶ δὲ νόσοισι παλαίων θνήσκει λαθών, οὐδʼ ᾔσθετο.