Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΠΡΩΤΟΝ, Κεφ. β′. ΣΟΛΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 61
Not analysed yet
ἐπιτιμῶντα αὐτῷ εἰπεῖν· ἀλλʼ εἴ μοι κἂν νῦν ἔτι πείσεαι, ἔξελε τοῦτον· μηδὲ μέγαιρʼ ὅτι σεῦ λῷον ἐπεφρασάμην· καὶ μεταποίησον, Λιγυαστάδη, ὧδε δʼ ἄειδε· ὀγδωκονταέτη μοῖρα κίχοι θανάτου. Τῶν δὲ ᾀδομένων αὐτοῦ ἐστι τάδε· πεφυλαγμένος ἄνδρα ἕκαστον, ὅρα μὴ κρυπτὸν ἔχθος ἔχων κραδί ῃ, φαιδρῷ προσενέπῃ προσώπῳ, γλῶσσα δέ οἱ διχόμυθος ἐκ μελανῆς φρενὸς γεγωνῇ. Γέγραφε δὲ δῆλον μὲν ὅτι τοὺς νόμους, καὶ δημηγορίας καὶ εἰς ἑαυτὸν ὑποθήκας, ἐλεγεῖα, καὶ τὰ περὶ Σαλαμῖνος καὶ τῆς Ἀθηναίων πολιτείας ἔπη πεντακισχίλια, καὶ ἰάμβους καὶ ἐπῳδούς.