Ancient Greek
Δ, Κεφ. η′. ΛΑΚΥΔΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 61-4
Not analysed yet
Ἐτελεύτησε δὲ σχολαρχεῖν ἀρξάμενος τῷ τετάρτῳ ἔτει τῆς τετάρτης καὶ τριακοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, τῆς σχολῆς ἀφηγησάμενος ἓξ πρὸς τοῖς εἴικοσιν ἔτη· ἡ τελευτὴ δὲ αὐτῷ παράλυσις ἐκ πολυποσίας. καὶ αὐτῷ προσεπαίξαμεν ἡμεῖς οὑτωσί· καὶ σέο, Λακύδη, φάτιν ἔκλυον ὡς ἄρα καὶ σὲ Βάκχος ἑλὼν Ἀΐδῃ ποσσὶν ἔσυρεν ἄκροις. ἦ σαφὲς ἦν, Διόνυσος ὅταν πολὺς ἐς δέμας ἔλθῃ, λῦσε μέλη· διὸ δὴ μήτι Λυαῖος ἔφυ;