Ancient Greek
η, Κεφ. β′. ΕΜΠΕΔΟΚΛΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 61-8
Not analysed yet
Παυσανίη, σὺ δὲ κλῦθι, δαΐφρονος Ἀγχίτου υἰέ. ἀλλὰ καὶ ἐπίγραμμα εἰς αὐτὸν ἐποίησε· Παυσανίην ἰητρὸν ἐπώνυμον Ἀγχίτου υἱὸν φῶτʼ Ἀσκληπιάδην πατρὶς ἔθρεψε Γέλα, ὃς πολλοὺς μογεροῖσι μαραινομένους καμάτοισι φῶτας ἀπέστρεψεν Φερσεφόνης ἀδύτων. τὴν γοῦν ἄπνουν ὁ Ἡρακλείδης φησὶ τοιοῦτόν τι εἶναι, ὡς τριάκοντα ἡμέρας συντηρεῖν ἄπνουν καὶ ἄσφυκτον τὸ σῶμα· ὅθεν καὶ εἶπεν αὐτὸν καὶ ἰητρὸν καὶ μάντιν, λαμβάνων ἅμα καὶ ἀπὸ τούτων τῶν στίχων·