Ancient Greek
Β, Κεφ. ζ′. ΑΙΣΧΙΝΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 62-2
Not analysed yet
ἔπειτʼ ἀφικόμενον Ἀθήναζε μὴ τολμᾶν σοφιστεύειν, εὐδοκιμούντων τότε τῶν περὶ Πλάτωνα καὶ Ἀρίστιππον. ἐμμίσθους δʼ ἀκροάσεις ποιεῖσθαι· εἶτα συγγράφειν λόγους δικανικοὺς τοῖς ἀδικουμένοις· διὸ καὶ τὸν Τίμωνα εἰπεῖν ἐπʼ αὐτοῦ ἤτʼ Αἰσχίνου οὐκ ἀπιθὴς 〈ἴσ〉 γράψαι. φασὶ δʼ αὐτῷ λέγειν Σωκράτην, ἐπειδήπερ ἐπιέζετο ὑπὸ πενίας, παρʼ ἑαυτοῦ δανείζεσθαι τῶν σιτίων ὑφαιροῦντα. τούτου τοὺς διαλόγους καὶ Ἀρίστιππος ὑπώπτευεν. ἐν γοῦν Μεγάροις ἀναγινώσκοντος αὐτοῦ φασι σκῶψαι εἰπόντα, πόθεν σοι, λῃστά, ταῦτα;