Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΕΚΤΟΝ, Κεφ. β′. ΔΙΟΓΕΝΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 62-6
Not analysed yet
ἀφυῆ παλαιστὴν θεασάμενος ἰατρεύοντα ἔφη, τί τοῦτο; ἢ ἵνα τούς ποτέ σε νικήσαντας νῦν καταβάλῃς; θεασάμενος υἱὸν ἑταίρας λίθον εἰς ὄχλον βάλλοντα, πρόσεχε, ἔφη, μὴ τὸν πατέρα πλήξῃς. Δείξαντος αὐτῷ παιδαρίου μάχαιραν ἣν εἰλήφει παρʼ ἐραστοῦ, ἡ μὲν μάχαιρα, ἔφη, καλή, ἡ δὲ λαβὴ αἰσχρά· ἐπαινούντων τινῶν τὸν ἐπιδόντα αὐτῷ ἔφη, ἐμὲ δʼ οὐκ ἐπαινεῖτε τὸν ἄξιον λαβεῖν. ἀπαιτούμενος ὑπό τινος τρίβωνα ἔφη, εἰ μὲν ἐχαρίσω, ἔχω· εἰ δʼ ἔχρησας, χρῶμαι. ὑποβολιμαίου τινὸς εἰπόντος αὐτῷ ὅτι χρυσὸν ἔχοι ἐν τῷ ἱματίῳ, ναί, ἔφη, διὰ τοῦτο αὐτὸ ὑποβεβλημένος κοιμᾷ.