Ancient Greek
Ε, Κεφ. γ′. ΣΤΡΑΤΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 63-5
Not analysed yet
καὶ πρῶτον μὲν Λαμπυρίων καὶ Ἀρκεσίλαος ἀράσθωσαν τὰς συνθήκας ἃς ἔθετο Δάϊππος ὑπὲρ Ἰραίου· καὶ μηδὲν ὀφειλέτω μήτε Λαμπυρίωνι μήτε τοῖς Λαμπυρίωνος κληρονόμοις, ἀλλʼ ἀπηλλάχθω παντὸς τοῦ συμβολαίου. δότωσαν δʼ αὐτῷ καὶ οἱ ἐπιμεληταὶ ἀργυρίου δραχμὰς πεντακοσίας καὶ τῶν παίδων ἕνα ὃν ἂν δοκιμάζῃ Ἀρκεσίλαος, ὅπως ἂν πολλὰ συμπεπονηκὼς ἡμῖν καὶ παρεσχημένος χρείας ἔχῃ βίον ἱκανὸν καὶ εὐσχήμονα. ἀφίημι δὲ καὶ Διόφαντον ἐλεύθερον καὶ Διοκλέα καὶ Ἄβουν· Σιμίαν δὲ ἀποδίδωμι Ἀρκεσιλάῳ. ἀφίημι δὲ καὶ Δρόμωνα ἐλεύθερον. ἐπειδὰν δὲ παραγένηται Ἀρκεσίλαος, λογισάσθω Ἴραιος μετʼ Ὀλυμπίχου καὶ Ἐπικράτους καὶ τῶν ἄλλων ἐπιμελητῶν τὸ γεγονὸς ἀνάλωμα εἰς τὴν ἐκφορὰν καὶ τἄλλα τὰ νομιζόμενα.