Ancient Greek
Θ, Κεφ. ια′. ΠΥΡΡΩΝ
Diogenes Laertius, Lives of the Eminent Philosophers 65-9
Not analysed yet
Ὦ γέρον, ὦ Πύρρων, πῶς ἢ πόθεν ἔκδυσιν εὗρες λατρείης δοξῶν [τε] κενεοφροσύνης τε σοφιστῶν, καὶ πάσης ἀπάτης πειθοῦς τʼ ἀπελύσαο δεσμά; οὐδʼ ἔμελέν σοι ταῦτα μεταλλῆσαι, τίνες αὖραι Ἑλλάδʼ ἔχουσι, πόθεν τε καὶ εἰς ὅ, τι κύρει ἕκαστα. καὶ πάλιν ἐν τοῖς Ἰνδαλμοῖς· τοῦτό μοι, ὦ Πύρρων, ἱμείρεται ἦτορ ἀκοῦσαι, πῶς ποτʼ ἀνὴρ ἔτʼ ἄγεις ῥᾷστα μεθʼ ἡσυχίης μοῦνος ἐν ἀνθρώποισι θεοῦ τρόπον ἡγεμονεύων. Ἀθηναῖοι δὲ καὶ πολιτείᾳ αὐτὸν ἐτίμησαν, καθά φησι Διοκλῆς, ἐπὶ τῷ Κότυν τὸν Θρᾷκα διαχρήσασθαι.