Ancient Greek
Δ, Κεφ θ′. ΚΑΡΝΕΑΔΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 66-4
Not analysed yet
δότε τόινυν, ἔφησε, τὶ κἀμὲ πιεῖν. τί μέντοι; τί; δότʼ οἰνόμελι. σφόδρα τʼ εἶχε πρόχειρα ταυτί· φύσις ἡ συνέχουσά με καὶ διαλύσεται δή. ὁ μὲν οὐδὲν ἔλασσον ἔβη κατὰ γῆς, ἐνῆν δὲ τὰ πλέω κακὰ κέρδεʼ ἔχοντα μολεῖν ἐς ᾅδου. Λέγεται καὶ τὰς ὄψεις νυκτὸς ὑποχυθῆναι καὶ ἀγνοεῖν· κελεῦσαί τε τὸν παῖδα λύχνον ἅψαι· εἰσκομίσαντος δὲ καὶ εἰπόντος, κεκόμικα, οὐκοῦν, εἰπεῖν, σὺ ἀναγίνωσκε. Τούτου πολλοὶ μὲν καὶ ἄλλοι γεγόνασι μαθηταί, ἐλλογιμώτατος δὲ Κλειτόμαχος· περὶ οὗ καὶ λεκτέον. Γέγονε μέντοι καὶ ἄλλος Καρνεάδης, ἐλεγείας ποιητὴς ψυχρός.