Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΕΚΤΟΝ, Κεφ. β′. ΔΙΟΓΕΝΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 66-6
Not analysed yet
Ὀνειδιζόμενος ὅτι ἐν καπηλείῳ πίνει, καὶ γὰρ ἐν κουρείῳ, φησί, κείρομαι. ὀνειδιζόμενος ὅτι παρʼ Ἀντιπάτρου τριβώνιον ἔλαβεν, ἔφη, οὔτοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα. Πρὸς τὸν ἐνσείσαντα αὐτῷ δοκόν, εἶτα εἰπόντα, φύλαξαι, πλήξας αὐτὸν τῇ βακτηρίᾳ εἶπε, φύλαξαι. πρὸς τὸν λιπαροῦντα τὴν ἑταίραν, τί θέλεις, ἔφη, τυχεῖν, ὦ ταλαίπωρε, οὗ τὸ ἀποτυχεῖν ἄμεινόν ἐστι; πρὸς τὸν μυριζόμενον, βλέπε, εἶπε, μὴ ἡ τῆς κεφαλῆς σου εὐωδία δυσωδίαν σου τῷ βίῳ παράσχῃ. τοὺς μὲν οἰκέτας ἔφη τοῖς δεσπόταις, τοὺς δὲ φαύλους ταῖς ἐπιθυμίαις δουλεύειν.