Ancient Greek
Ε, Κεφ. δ′. ΛΥΚΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 69-4
Not analysed yet
Γεγόνασι δὲ καὶ ἄλλοι Λύκωνες· πρῶτος Πυθαγορικός, δεύτερος αὐτὸς οὗτος, τρίτος ἐπῶν ποιητής, τέταρτος ἐπιγραμμάτων ποιητής. Τοῦ δὲ φιλοσόφου καὶ διαθήκαις περιετύχομεν ταῖσδε· “Τάδε διατίθεμαι περὶ τῶν κατʼ ἐμαυτόν, ἐὰν μὴ δυνηθῶ τὴν ἀρρωστίαν ταύτην ὑπενεγκεῖν· τὰ μὲν ἐν οἴκῳ πάντα δίδωμι τοῖς ἀδελφοῖς Ἀστυἀνακτι καὶ Λύκωνι. καὶ οἶμαι δεῖν ἀποδοθῆναι ἀπὸ τούτων ὅσα κατακέχρημαι Ἀθήνησι παρά τινος ἔχων ἢ ἐκπεπραχώς· καὶ ἃ ἂν εἰς τὴν ἐκφορὰν ἀναλωθῇ καὶ εἰς τἄλλα τὰ νομιζόμενα.