Ancient Greek
Β, Κεφ. η′. ΑΡΙΣΤΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 70-2
Not analysed yet
Αἴνιγμά τινος αὐτῷ προτείναντος καὶ εἰπόντος, λῦσον, τί, ὦ μάταιε, ἔφη, λῦσαι θέλεις, ὃ καὶ δεδεμένον ἡμῖν πράγματα παρέχει; ἄμεινον ἔφη ἐπαίτην ἢ ἀπαίδευτον εἶναι· οἱ μὲν γὰρ χρημάτων, οἱ δʼ ἀνθρωπισμοῦ δέονται. λοιδορούμενός ποτε ἀνεχώρει· τοῦ δʼ ἐπιδιώκοντος εἰπόντος, τί φεύγεις; ὅτι, φησί, τοῦ μὲν κακῶς λέγειν σὺ τὴν ἐξουσίαν ἔχεις, τοῦ δὲ μὴ ἀκούειν ἐγώ. εἰπόντος τινὸς ὡς ἀεὶ τοὺς φιλοσόφους βλέποι παρὰ ταῖς τῶν πλουσίων θύραις, καὶ γὰρ καὶ οἱ ἰατροί. φησί, παρὰ ταῖς τῶν νοσούντων· ἀλλʼ οὐ παρὰ τοῦτό τις ἂν ἕλοιτο νοσεῖν ἢ ἰατρεύειν.