Ancient Greek
Β, Κεφ. η′. ΑΡΙΣΤΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 73-2
Not analysed yet
Ἀναγκαζόμενός ποτε ὑπὸ Διονυσίου εἰπεῖν τι τῶν ἐκ φιλοσοφίας, γελοῖον, ἔφη, εἰ τὸ λέγειν μὲν παρʼ ἐμοῦ μανθάνεις, τὸ δὲ πότε δεῖ λέγειν σύ με διδάσκεις. ἐπὶ τούτῳ δὴ ἀγανακτήσαντα τὸν Διονύσιον ἔσχατον αὐτὸν κατακλῖναι· καὶ τόν, ἐνδοξότερον, φάναι, τὸν τόπον ἠθέλησας ποιῆσαι. αὐχοῦντός τινος ἐπὶ τῷ κολυμβᾶν, οὐκ αἰσχύνῃ, εἶπεν, ἐπὶ δελφῖνος ἔργοις ἀλαζονευόμενος; ἐρωτηθείς ποτε τίνι διαφέρει ὁ σοφὸς τοῦ μὴ σοφοῦ, ἔφη, εἰς ἀγνῶτας τοὺς δύο γυμνοὺς ἀπόστειλον, καὶ εἴσῃ. αὐχοῦντός τινος ἐπὶ τῷ πολλὰ πίνειν καὶ μὴ μεθύσκεσθαι, τοῦτο καὶ ἡμίονος, φησί.