Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. α′. ΖΗΝΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 74-6
Not analysed yet
Παρασυνημμένον δʼ ἀληθὲς μέν ἐστιν ὃ ἀρχόμενον ἀπʼ ἀληθοῦς εἰς ἀκόλουθον λήγει, οἷον ἐπεὶ ἡμέρα ἐστίν, ἥλιός ἐστιν ὑπὲρ γῆς. ψεῦδος δʼ 〈ὃ〉 ἢ ἀπὸ ψεύδους ἄρχεται ἢ μὴ εἰς ἀκόλουθον λήγει, οἷον ἐπεὶ νύξ ἐστι, Δίων περιπατεῖ, ἂν ἡμέρας οὔσης λέγηται. αἰτιῶδες δʼ ἀληθὲς μέν ἐστιν ὃ ἀρχόμενον ἀπʼ ἀληθοῦς εἰς ἀκόλουθον λήγει, οὐ μὴν ἔχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀκόλουθον, οἷον διότι ἡμέρα ἐστί, φῶς ἐστι· τῷ μὲν γὰρ ἡμέρα ἐστίν ἀκολουθεῖ τὸ φῶς ἐστι, τῷ δὲ φῶς ἐστιν οὐχ ἕπεται τὸ ἡμέρα ἐστίν. αἰτιῶδες δὲ ψεῦδός ἐστιν ὃ ἤτοι ἀπὸ ψεύδους ἄρχεται ἢ μὴ εἰς ἀκόλουθον λήγει ἢ ἔχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀνακόλουθον, οἷον διότι νύξ ἐστι, Δίων περιπατεῖ.