Ancient Greek
Β, Κεφ. η′. ΑΡΙΣΤΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 75-2
Not analysed yet
πρὸς οὖν τοὺς μεμφομένους αὐτῷ ἔφη, ἔχω [Λαΐδα], ἀλλʼ οὐκ ἔχομαι· ἐπεὶ τὸ κρατεῖν καὶ μὴ ἡττᾶσθαι ἡδονῶν ἄριστον, οὐ τὸ μὴ χρῆσθαι. πρὸς τὸν ὀνειδίσαντα αὐτῷ πολυτελῆ ὀψωνίαν ἔφη, σὺ δʼ οὐκ ἂν τριωβόλου ταῦτʼ ἐπρίω; ὁμολογήσαντος δέ, οὐκέτι τοίνυν, ἔφη, φιλήδονος ἐγώ, ἀλλὰ σὺ φιλάργυρος. Σίμου ποτὲ τοῦ Διονυσίου ταμίου πολυτελεῖς οἴκους αὐτῷ καὶ λιθοστρώτους δεικνύντοσ—ἦν δὲ Φρὺξ καὶ ὄλεθροσ—ἀναχρεμψάμενος προσέπτυσε τῇ ὄψει· τοῦ δʼ ἀγανακτήσαντος, οὐκ εἶχον, εἶπε, τόπον ἐπιτηδειότερον.