Ancient Greek
Γ, ΠΛΑΤΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 76-3
Not analysed yet
Ἀρχὰς μὲν οὖν εἶναι καὶ αἴτια τὰ λεχθέντα δύο ὧν μὲν παράδειγμα τὸν θεὸν καὶ τὴν ὕλην· ὅπερ ἀνάγκη ἄμορφον εἶναι ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων δεκτικῶν. αἴτιον δὲ τούτων ἐξ ἀνάγκης εἶναι· δεχόμενον γάρ πως τὰς ἰδέας γεννᾶν τὰς οὐσίας, καὶ διʼ ἀνομοιότητα δυνάμεως κινεῖσθαι καὶ κινούμενον τὰ γινόμενα ἐξ αὐτῆς ἀντικινεῖν. ταῦτα δὲ πρὶν μὲν ἀλόγως κινεῖσθαι καὶ ἀτάκτως, ἐπεὶ δὲ ἤρξαντο συνιστάναι τὸν κόσμον, ἐκ τῶν ἐνδεχομένων ὑπὸ τοῦ θεοῦ συμμέτρως καὶ τεταγμένως γενέσθαι.