Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΠΡΩΤΟΝ, Κεφ. δ′. ΠΙΤΤΑΚΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 78
Not analysed yet
ἀνδρείων δέ, γενόμενα εὖ θέσθαι. ὃ μέλλεις πράττειν, μὴ πρόλεγε· ἀποτυχὼν γὰρ γελασθήσῃ. ἀτυχίαν μὴ ὀνειδίζειν, νέμεσιν αἰδούμενον. παρακαταθήκην λαβόντα ἀποδοῦναι. φίλον μὴ λέγειν κακῶς, ἀλλὰ μηδὲ ἐχθρόν. εὐσέβειαν ἀσκεῖν. σωφροσύνην φιλεῖν. ἀλήθειαν ἔχειν, πίστιν, ἐμπειρίαν, ἐπιδεξιότητα, ἑταιρίαν, ἐπιμέλειαν. Τῶν δὲ ᾀδομένων αὐτοῦ μάλιστα εὐδοκίμησε τάδε· ἔχοντα χρὴ τόξα καὶ ἰοδόκον φαρέτρην στείχειν ποτὶ φῶτα κακόν. πιστὸν γὰρ οὐδὲν γλῶσσα διὰ στόματος λαλεῖ διχόθυμον ἔχουσα κραδίῃ νόημα.