Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΕΚΤΟΝ, Κεφ. α′. ΑΝΤΙΣΘΕΝΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 8-6
Not analysed yet
συνεβούλευεν Ἀθηναίοις τοὺς ὄνους ἵππους ψηφίσασθαι· ἄλογον δὲ ἡγουμένων, ἀλλὰ μὴν καὶ στρατηγοί, φησί, φαίνονται παρʼ ὑμῖν μηδὲν μαθόντες, μόνον δὲ χειροτονηθέντες. πρὸς τὸν εἰπόντα, πολλοί σε ἐπαινοῦσι, τί γάρ, ἔφη, κακὸν πεποίηκα; στρέψαντος αὐτοῦ τὸ διερρωγὸς τοῦ τρίβωνος εἰς τὸ προφανές, Σωκράτης ἰδών φησιν, ὁρῶ σου διὰ τοῦ τρίβωνος τὴν φιλοδοξίαν. ἐρωτηθεὶς ὑπό του, καθά φησι Φανίας ἐν τῷ Περὶ τῶν Σωκρατικῶν, τί ποιῶν καλὸς κἀγαθὸς ἔσοιτο, ἔφη, εἰ τὰ κακὰ ἃ ἔχεις ὅτι φευκτά ἐστι μάθοις παρὰ τὼν εἰδότων. πρὸς τὸν ἐπαινοῦντα τρυφήν, ἐχθρῶν παῖδες, ἔφη, τρυφήσειαν.